Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.235 Joseph. AJ 6.238 (English) >>Joseph. AJ 6.242

6.237τὴν γὰρ εὔνοιάν μου τὴν πρὸς αὐτὸν ἐπίστασαι.” τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. “μετάπεμψαι τοιγαροῦν αὐτόν, 6.238ἔφησεν, ἵνα δῷ δίκην.” ὑποτυχόντος δʼ Ἰωνάθου, “τί δʼ ἀδικοῦντα κολάσαι θέλεις;” οὐκέτʼ εἰς λόγους καὶ βλασφημίας τὴν ὀργὴν Σαοῦλος ἐξήνεγκεν, ἀλλὰ ἁρπάσας τὸ δόρυ ἀνεπήδησεν ἐπʼ αὐτὸν ἀποκτεῖναι θέλων. καὶ τὸ μὲν ἔργον οὐκ ἔδρασε διακωλυθεὶς ὑπὸ τῶν φίλων, φανερὸς δʼ ἐγένετο τῷ παιδὶ μισῶν τὸν Δαυίδην καὶ διαχρήσασθαι ποθῶν, ὡς παρὰ μικρὸν διʼ ἐκεῖνον αὐτόχειρ καὶ τοῦ παιδὸς γεγονέναι. 6.239

Καὶ τότε μὲν τοῦ βασιλέως παῖς ἐκπηδήσας ἀπὸ τοῦ δείπνου καὶ μηδὲν ὑπὸ λύπης προσενέγκασθαι δυνηθείς, κλαίων αὑτὸν μὲν τοῦ παρὰ μικρὸν ἀπολέσθαι τοῦ κατακεκρίσθαι δʼ ἀποθανεῖν Δαυίδην διενυκτέρευσεν. ἅμα δὲ ἡμέρᾳ πρὸ τῆς πόλεως εἰς τὸ πεδίον ὡς γυμνασόμενος μὲν δηλώσων δὲ τῷ φίλῳ τὴν τοῦ πατρὸς διάθεσιν, ὡς συνέθετο, πρόεισι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.235 Joseph. AJ 6.238 (English) >>Joseph. AJ 6.242

Powered by PhiloLogic